Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.62 | Dem. 57.66 (English) | >>Dem. 57.68 |
57.64καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα (εἰρήσεται γάρ ), ἃ ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ , καὶ τὸ ψήφισμʼ ἐκκολάψαντες ὃ ἐμοὶ ἐψηφίσανθʼ οἱ δημόται , συνώμνυον οὗτοι ἐπʼ ἐμὲ οἱ ὑπʼ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες . καὶ εἰς τοσοῦτʼ ἀναιδείας ἐληλύθασιν , ὥστʼ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι . καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν , ὦ ἄνδρες δικασταί , ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι , καὶ ἃ ἐμοὶ φιλοτιμίαν ἔφερεν , ταῦτʼ ἀφανίζειν ;
57.65τὸ δὲ πάντων δεινότατον οὐ δήπου γε φήσαιεν ἂν ἐμὲ κατασκευάσαι . οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς , ὥσπερ φυγάδος ἤδη μου ὄντος καὶ ἀπολωλότος , τούτων τινὲς ἐπὶ τὸ οἰκίδιον ἐλθόντες <τὸ > ἐν ἀγρῷ νύκτωρ ἐπεχείρησαν διαφορῆσαι τὰ ἔνδοθεν · οὕτω σφόδρʼ ὑμῶν καὶ τῶν νόμων κατεφρόνησαν . καὶ ταῦτα τοὺς εἰδότας , ἐὰν βούλησθε , καλοῦμεν .
πολλὰ δʼ ἔχων καὶ ἄλλʼ ἐπιδεῖξαι , ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι , ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι , ἐπειδὴ δʼ ἔξω τοῦ πράγματος νομίζετʼ εἶναι , ἐάσω . ἀναμνήσθητε δʼ ἐκείνων καὶ θεάσασθε , ὡς πολλὰ καὶ δίκαιʼ ἔχων πρὸς ὑμᾶς ἥκω . ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε , ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ .
57.66
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.62 | Dem. 57.66 (English) | >>Dem. 57.68 |